TLG 2187 002 :: POSIDONIUS :: Fragmenta

POSIDONIUS Hist.
(Olbiopolitanus: A.D. 2?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 172–173.

frr.1–3

Citation: Fragment — (line)

t1-3

ΠΕΡΙ ΠΕΡΣΕΩΣ.

1

Plutarchus Paul. Aemil. c. 19: Ὁ δὲ τῶν Μακεδόνων βασιλεὺς, ὥς φησι Πολύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ
5δειλῶν ἱερὰ μὴ δεχομένῳ μηδ’ εὐχὰς ἀθεμίτους ἐπιτε‐ λοῦντι. Θεμιτὸν γὰρ οὐκ ἔστιν οὔτε τὸν μὴ βάλλοντα κατευστοχεῖν οὔτε τὸν μὴ μένοντα κρατεῖν οὔθ’ ὅλως τὸν ἄπρακτον εὐπραγεῖν οὔτε τὸν κακὸν εὐδαιμονεῖν. Ἀλλὰ ταῖς Αἰμιλίου παρῆν εὐχαῖς ὁ θεός· εὔχετο· γὰρ
10κράτος πολέμου καὶ νίκην δόρυ κρατῶν καὶ μαχόμενος παρεκάλει σύμμαχον τὸν θεόν. Οὐ μὴν ἀλλὰ Ποσει‐ δώνιός τις ἐν ἐκείνοις τοῖς χρόνοις καὶ ταῖς πράξεσι γεγονέναι λέγων, ἱστορίαν δὲ γε‐ γραφὼς περὶ Περσέως ἐν πλείοσι βιβλίοις,
15φησὶν αὐτὸν οὐχ ὑπὸ δειλίας οὐδὲ τὴν θυσίαν ποιησά‐ μενον αἰτίαν ἀπελθεῖν, ἀλλὰ τῇ προτέρᾳ τῆς μάχης τυχεῖν λελακτισμένον ὑφ’ ἵππου τὸ σκέλος· ἐν δὲ τῇ μάχῃ, καίπερ ἔχοντα δυσχρήστως καὶ κωλυόμενον ὑπὸ τῶν φίλων, ἵππον αὑτῷ κελεῦσαι τῶν φορέων προσ‐
20αγαγεῖν καὶ περιβάντα συμμῖξαι τοῖς ἐπὶ τῆς φάλαγ‐ γος ἀθωράκιστον· φερομένων δὲ παντοδαπῶν ἑκατέ‐ ρωθεν βελῶν, παλτὸν ἐμπεσεῖν ὁλοσίδηρον αὐτῷ καὶ τῇ μὲν ἀκμῇ μὴ θιγεῖν, ἀλλὰ πλάγιον παρὰ τὴν ἀριστερὰν πλευρὰν παραδραμεῖν, ῥύμῃ δὲ τῆς παρό‐
25δου τόν τε χιτῶνα διακόψαι καὶ τὴν σάρκα φοινίξαι τυφλῷ μώλωπι πολὺν χρόνον διαφυλάξαντι τὸν τύπον. Ταῦτα μὲν οὖν ὁ Ποσειδώνιος ὑπὲρ τοῦ Περσέως ἀπο‐
λογεῖται.172

2

Idem ibid. c. 20: Καὶ φυγὴ μὲν οὐκ ἦν, ἀναχώρησις δὲ πρὸς ὄρος τὸ καλούμενον Ὀλόκρον, ὥστε καὶ τὸν Αἰμίλιον ἰδόντα φησὶν ὁ Ποσειδώνιος
5καταρρήξασθαι τὸν χιτῶνα, τούτων μὲν ἐνδιδόντων, τῶν δ’ ἄλλων Ῥωμαίων διατρεπομένων τὴν φάλαγγα προσβολὴν οὐκ ἔχουσαν, ἀλλ’ ὥσπερ χαρακώματι τῷ πυκνώματι τῶν σαρισσῶν ὑπαντιάζουσαν πάντοθεν ἀπρόσμαχον.

3

Idem ibid. c. 21: λέγονται ὑπὲρ δισμυρίους πεντακισχιλίους ἀποθανεῖν. Τῶν δὲ Ῥωμαίων ἔπεσον, ὡς μὲν Ποσειδώνιός φησιν,
ἑκατὸν, ὡς δὲ Νασικᾶς, ὀγδοήκοντα.173